Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.18 Dem. 57.23 (English) >>Dem. 57.26

57.21ἔπειτα Νικιάδην· καὶ γὰρ τούτου πατὴρ Λυσανίας ἀδελφὸς ἦν τοῦ Θουκριτίδου καὶ τῆς Λυσαρέτης, θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ· ἔπειτα Νικόστρατον· καὶ γὰρ τούτου πατὴρ Νικιάδης ἀδελφιδοῦς ἦν τῷ πάππῳ τῷ ἐμῷ καὶ τῇ τήθῃ, ἀνεψιὸς δὲ τῷ πατρί. καί μοι κάλει τούτους πάντας. σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ.Μάρτυρες

57.22τῶν μὲν τοίνυν πρὸς ἀνδρῶν τῷ πατρὶ συγγενῶν ἀκηκόατʼ, ἄνδρες Ἀθηναῖοι, καὶ μαρτυρούντων καὶ διομνυμένων <Ἀθηναῖον> εἶναι καὶ συγγενῆ τὸν ἐμὸν πατέρʼ αὑτοῖς· ὧν οὐδεὶς δήπου, παραστησάμενος τοὺς συνεισομένους αὑτῷ τὰ ψευδῆ μαρτυροῦντι, κατʼ ἐξωλείας ἐπιορκεῖ. λαβὲ δὴ καὶ τὰς τῶν πρὸς γυναικῶν τῷ πατρὶ συγγενῶν μαρτυρίας.Μαρτυρίαι

57.23οἱ μὲν τοίνυν ζῶντες οὗτοι τῶν συγγενῶν τοῦ πατρὸς καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν μεμαρτυρήκασιν, ὡς ἦν ἀμφοτέρωθεν Ἀθηναῖος καὶ μετῆν τῆς πόλεως αὐτῷ δικαίως. κάλει δή μοι καὶ τοὺς φράτερας, ἔπειτα τοὺς γεννήτας.Μάρτυρες

λαβὲ δὴ καὶ τὰς τῶν δημοτῶν μαρτυρίας, καὶ τὰς τῶν συγγενῶν περὶ τῶν φρατέρων, ὡς εἵλοντό με φρατρίαρχον.Μαρτυρίαι

57.24τὰ μὲν τοίνυν ὑπὸ τῶν συγγενῶν καὶ φρατέρων καὶ δημοτῶν καὶ γεννητῶν, ὧν προσήκει, μαρτυρούμενʼ ἀκηκόατε. ἐξ ὧν ἔστιν ὑμῖν εἰδέναι, πότερόν ποτʼ ἀστὸς ξένος ἦν ταῦθʼ ὑπῆρχεν. καὶ γὰρ εἰ μὲν εἰς ἕνʼ δύʼ ἀνθρώπους κατεφεύγομεν, εἴχομεν ἄν τινʼ ὑποψίαν παρεσκευάσθαι τούτους· εἰ δʼ ἐν ἅπασιν, ὅσοισπερ ἕκαστος ὑμῶν, ἐξητασμένος φαίνεται καὶ ζῶν πατὴρ καὶ νῦν ἐγώ, λέγω φράτερσι, συγγενέσι, δημόταις, γεννήταις, πῶς ἔνεστιν πῶς δυνατὸν τούτους ἅπαντας μὴ μετʼ ἀληθείας ὑπάρχοντας κατεσκευάσθαι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 57.18 Dem. 57.23 (English) >>Dem. 57.26

Powered by PhiloLogic